Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.259 Joseph. BJ 3.265 (English) >>Joseph. BJ 3.271

3.262

Ἔταξεν μὲν οὖν οὕτως ἑκάτερον· τὸ δʼ ἀργὸν ἀπὸ τῆς πόλεως· πλῆθος, γύναια καὶ παῖδες, ὡς ἐθεάσαντο τριπλῇ μὲν φάλαγγι τὴν πόλιν ἐζωσμένην, οὐδὲν γὰρ εἰς τὴν μάχην μετακεκίνητο τῶν πάλαι φυλακῶν, πρὸς δὲ τοῖς βεβλημένοις τείχεσιν τοὺς πολεμίους ξιφήρεις καὶ τὴν καθύπερθεν ὀρεινὴν λαμπομένην ὅπλοις, τά τε βέλη τοῖς τοξόταις ἐπανέχοντα τῶν Ἀράβων, ὕστατόν τινα κωκυτὸν ἁλώσεως συνήχησαν ὡς οὐκ ἀπειλουμένων ἔτι τῶν κακῶν

-- --

ἀλλʼ ἤδη παρόντων. 3.263 δὲ Ἰώσηπος τὰς μὲν γυναῖκας, ὡς μὴ θηλύνοιεν οἴκτῳ τὰς ὁρμὰς τῶν σφετέρων, κατακλείει ταῖς οἰκίαις μετʼ ἀπειλῆς ἡσυχάζειν κελεύσας· αὐτὸς δὲ ἐπὶ τῶν ἐρειφθέντων ἔλαχεν παρῄει. 3.264τοῖς μὲν οὖν καθʼ ἕτερα προσφέρουσι τὰς κλίμακας οὐ προσεῖχεν, ἀπεκαραδόκει δὲ τὴν ὁρμὴν τῶν βελῶν. 3.265

Ὁμοῦ δʼ οἵ τε σαλπικταὶ τῶν ταγμάτων ἁπάντων συνήχησαν καὶ δεινὸν ἐπηλάλαξεν στρατιά, καὶ πάντοθεν ἀφιεμένων ἀπὸ συνθήματος τῶν βελῶν τὸ φῶς ὑπετέμνετο. 3.266μεμνημένοι γε μὴν τῶν τοῦ Ἰωσήπου προσταγμάτων οἱ σὺν αὐτῷ τάς τε ἀκοὰς πρὸς τὴν βοὴν καὶ τὰ σώματα πρὸς τὰς ἀφέσεις ἐφράξαντο, 3.267καὶ βαλλόντων τὰς μηχανὰς ἐπεξέδραμον διʼ αὐτῶν πρὶν ἐπιβῆναι τοὺς βαλόντας, 3.268συμπλεκόμενοί τε τοῖς ἀνιοῦσιν παντοῖα καὶ χειρῶν ἔργα καὶ ψυχῆς ἐναπεδείκνυντο, πειρώμενοι παρὰ τὰς ἐσχάτας συμφορὰς μὴ χείρους φαίνεσθαι τῶν ἐν ἀκινδύνῳ τῷ κατὰ σφᾶς ἀνδριζομένων·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.259 Joseph. BJ 3.265 (English) >>Joseph. BJ 3.271

Powered by PhiloLogic